Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.275 Joseph. AJ 9.280 (English) >>Joseph. AJ 9.285

9.278οὐ δεξαμένου δʼ αὐτὸν τοῦ βασιλέως ἔτεσι πολιορκήσας τρισὶν εἷλε κατὰ κράτος τὴν Σαμάρειαν, ἔνατον μὲν ἔτος Ὠσήου βασιλεύοντος ἕβδομον δὲ Ἐζεκίου τοῦ τῶν Ἱεροσολυμιτῶν βασιλέως, καὶ τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν ἄρδην ἠφάνισε καὶ πάντα τὸν λαὸν μετῴκισεν εἰς τὴν Μηδίαν καὶ Περσίδα, ἐν οἷς καὶ τὸν βασιλέα Ὠσῆν ζῶντα ἔλαβε. 9.279καὶ μεταστήσας ἄλλα ἔθνη ἀπὸ Χούθου τόπου τινός, ἔστι γὰρ ἐν τῇ Περσίδι ποταμὸς τοῦτʼ ἔχων τοὔνομα, κατῴκισεν εἰς τὴν Σαμάρειαν καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν. 9.280μετῴκησαν οὖν αἱ δέκα φυλαὶ τῶν Ἰσραηλιτῶν ἐκ τῆς Ἰουδαίας μετὰ ἐτῶν ἀριθμὸν ἐνακοσίων τεσσαρακονταεπτά, ἀφʼ οὗ χρόνου τὴν Αἴγυπτον ἐξῆλθον αὐτῶν οἱ πρόγονοι, ὃν δὲ κατέσχον τὴν χώραν ταύτην στρατηγοῦντος Ἰησοῦ ἔστιν ἐτῶν ὀκτακοσίων· ἀφʼ οὗ δʼ ἀποστάντες ἀπὸ Ῥοβοάμου τοῦ Δαυίδου υἱωνοῦ τὴν βασιλείαν Ἱεροβοάμῳ παρέδοσαν, ὥς μοι καὶ πρότερον δεδήλωται, ἔτη ἐστὶ διακόσια τεσσαράκοντα μῆνες ἑπτὰ ἡμέραι ἑπτά. 9.281καὶ τέλος μὲν τοὺς Ἰσραηλίτας τοιοῦτο κατέλαβε παραβάντας τοὺς νόμους καὶ παρακούσαντας τῶν προφητῶν, οἳ προύλεγον ταύτην αὐτοῖς τὴν συμφορὰν μὴ παυσαμένοις τῶν ἀσεβημάτων. 9.282ἦρξε δʼ αὐτοῖς τῶν κακῶν στάσις, ἣν ἐστασίασαν πρὸς Ῥοβόαμον τὸν Δαυίδου υἱωνὸν Ἱερόβαμον τὸν τούτου δοῦλον αὑτῶν ἀποδείξαντες βασιλέα, ὃς εἰς τὸ θεῖον ἐξαμαρτὼν ἐχθρὸν αὐτοῖς τοῦτο ἐποίησε μιμησαμένοις τὴν ἐκείνου παρανομίαν. ἀλλʼ μὲν ἧς ἦν ἄξιος δίκης ταύτην ὑπέσχεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.275 Joseph. AJ 9.280 (English) >>Joseph. AJ 9.285

Powered by PhiloLogic